Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.330 Joseph. AJ 7.334 (English) >>Joseph. AJ 7.337

7.332 δὲ βασιλεὺς ἀγαπᾶν μὲν αὐτὸν τῆς ἁπλότητος καὶ τῆς μεγαλοψυχίας ἔλεγε καὶ δέχεσθαι τὴν χάριν, τιμὴν δʼ αὐτὸν ἠξίου λαμβάνειν πάντων· οὐ γὰρ εἶναι δίκαιον προῖκα θυσίαν ἐπιτελεῖν. τοῦ δὲ Ὀροννᾶ φήσαντος ποιεῖν τι βούλεται πεντήκοντα σίκλων ὠνεῖται παρʼ αὐτοῦ τὴν ἅλω. 7.333καὶ οἰκοδομήσας τὸν βωμὸν ἱερούργησε καὶ ὡλοκαύτωσε καὶ θυσίας ἐπήνεγκεν εἰρηνικάς. καταπραΰνεται δὲ τούτοις τὸ θεῖον καὶ πάλιν εὐμενὲς γίνεται. συνέβη δʼ εἰς ἐκεῖνον ἀγαγεῖν τὸν τόπον Ἅβραμον τὸν υἱὸν αὐτοῦ Ἴσακον ὥστε ὁλοκαυτῶσαι, καὶ μέλλοντος ἀποσφάττεσθαι τοῦ παιδὸς κριὸν ἐξαίφνης ἀναφανῆναι παρεστῶτα τῷ βωμῷ, ὃν καὶ κατέθυσεν Ἅβραμος ἀντὶ τοῦ παιδός, ὡς προειρήκαμεν. 7.334ὁρῶν δʼ βασιλεὺς Δαυίδης τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐπήκοον γεγενημένον καὶ τὴν θυσίαν ἡδέως προσδεξάμενον ἔκρινε τὸν τόπον ἐκεῖνον ὅλον βωμὸν προσαγορεῦσαι τοῦ λαοῦ παντὸς καὶ οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ ταύτην εὐστόχως ἀφῆκεν εἰς τὸ γενησόμενον τὴν φωνήν· γὰρ θεὸς τὸν προφήτην ἀποστείλας πρὸς αὐτὸν ἐκεῖ ναὸν ἔλεγεν οἰκοδομήσειν αὐτοῦ τὸν υἱὸν τὸν μέλλοντα μετʼ αὐτὸν τὴν βασιλείαν διαδέχεσθαι. 7.335

Μετὰ δὴ ταύτην τὴν προφητείαν ἐκέλευσεν βασιλεὺς τοὺς παροίκους ἐξαριθμηθῆναι καὶ εὑρέθησαν εἰς ὀκτὼ μυριάδας καὶ δέκα. ἐκ τούτων ἀπέδειξε λατόμους μὲν τοὺς ὀκτακισμυρίους, τὸ δʼ ἄλλο πλῆθος παραφέρειν τοὺς λίθους, τρισχιλίους δὲ καὶ πεντακοσίους τοῖς ἐργαζομένοις ἐξ αὐτῶν ἐπέστησεν. ἡτοίμασε δὲ καὶ πολὺν σίδηρον καὶ χαλκὸν εἰς τὰ ἔργα καὶ ξύλα κέδρινα πολλὰ καὶ παμμεγεθέστατα, Τυρίων αὐτῷ ταῦτα πεμπόντων καὶ Σιδωνίων· ἐπεστάλκει γὰρ αὐτοῖς τὴν τῶν ξύλων χορηγίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.330 Joseph. AJ 7.334 (English) >>Joseph. AJ 7.337

Powered by PhiloLogic